23/11/2026

1. Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητην οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

2. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τον Υἱόν τοῦ Θεοῦ τον μονογενῆ, τον ἐκ τοῦ Πατρός γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο.

3. Τον δι’ ἡμᾶς τους ἀνθρώπους καὶ διὰ την ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.

4. Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.

5. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τας Γραφάς.

6. Καὶ ἀνελθόντα εἰς τους οὐρανούς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

7. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

8. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τὸ συν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

9. Εἰς μίαν, Ἁγίαν, Καθολικήν καὶ Ἀποστολικήν Ἐκκλησίαν.

10. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

11. Προσδοκῶ ἀνάστασιν νεκρῶν.

12. Καὶ ζωήν  τοῦ μέλλοντος αἰῶνος.

Ἀμήν.

PHP Code Snippets Powered By : XYZScripts.com